Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
  2. ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
  3. Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
  4. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  5. πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
  6. ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
  7. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
  8. ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
  9. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
  10. οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
  11. πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
  12. ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
  13. τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
  14. θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
  15. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
  16. τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
  17. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
  18. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
  19. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
  20. νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
  21. οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
  22. οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
  23. αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
  24. πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
  25. ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
  26. ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ
  27. ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
  28. αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
  29. ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
  30. πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
  31. αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
  32. Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
  33. δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
  34. Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
  35. ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
  36. Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν
  37. πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
  38. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
  39. τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
  40. αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
  41. Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
  42. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
  43. ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
  44. ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
  45. πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
  46. ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
  47. αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
  48. ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
  49. ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
  50. ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.