Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
  2. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
  3. τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
  4. Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
  5. ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
  6. Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
  7. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  8. πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
  9. ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
  10. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
  11. ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
  12. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
  13. οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,