Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
  2. θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
  3. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
  4. τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
  5. Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
  6. ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
  7. Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
  8. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  9. πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
  10. ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
  11. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
  12. ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
  13. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
  14. οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
  15. πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
  16. ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
  17. τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
  18. θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
  19. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
  20. τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
  21. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
  22. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
  23. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
  24. νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
  25. οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
  26. οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
  27. αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
  28. πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·