Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
  2. εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
  3. σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
  4. σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  5. πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
  6. ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος
  7. ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.
  8. καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
  9. βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,
  10. πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
  11. ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
  12. θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
  13. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
  14. τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
  15. Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
  16. ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
  17. Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
  18. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  19. πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
  20. ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
  21. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
  22. ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.