Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
  2. ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
  3. αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
  4. Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
  5. αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
  6. δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,
  7. Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
  8. γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,