Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
  2. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
  3. πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
  4. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  5. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
  6. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
  7. ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,