Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
  2. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  3. κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
  4. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
  5. βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
  6. στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
  7. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
  8. ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
  9. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,