Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  2. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  3. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  4. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  5. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  6. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
  7. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  8. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
  9. ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
  10. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
  11. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  12. κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
  13. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
  14. βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
  15. στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
  16. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
  17. ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
  18. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
  19. οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας
  20. ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις
  21. εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
  22. τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
  23. ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
  24. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
  25. πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
  26. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  27. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
  28. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
  29. ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
  30. αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
  31. Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
  32. αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
  33. δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,
  34. Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
  35. γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
  36. δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
  37. αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς,
  38. ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
  39. Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·
  40. οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,
  41. καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
  42. ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,
  43. γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
  44. θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·
  45. πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
  46. φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
  47. παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
  48. φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε
  49. ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,
  50. ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
  51. ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,
  52. ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.
  53. καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
  54. καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
  55. εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
  56. σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
  57. σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  58. πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
  59. ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος
  60. ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.
  61. καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
  62. βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,
  63. πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
  64. ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
  65. θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
  66. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
  67. τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
  68. Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
  69. ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
  70. Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
  71. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  72. πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
  73. ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
  74. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
  75. ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
  76. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
  77. οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
  78. πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
  79. ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
  80. τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
  81. θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
  82. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
  83. τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
  84. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
  85. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
  86. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
  87. νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
  88. οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
  89. οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
  90. αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
  91. πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
  92. ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
  93. ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ
  94. ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
  95. αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
  96. ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
  97. πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
  98. αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
  99. Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
  100. δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
  101. Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
  102. ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
  103. Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν
  104. πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
  105. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
  106. τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
  107. αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
  108. Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
  109. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
  110. ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
  111. ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
  112. πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
  113. ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
  114. αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
  115. ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
  116. ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
  117. ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
  118. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
  119. Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
  120. αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
  121. Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
  122. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι
  123. θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
  124. τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
  125. Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
  126. Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·
  127. τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
  128. λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.
  129. αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
  130. ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
  131. ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.
  132. μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
  133. ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
  134. ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
  135. Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
  136. ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,
  137. γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
  138. λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
  139. ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
  140. μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
  141. αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
  142. δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
  143. πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
  144. Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
  145. γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
  146. ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
  147. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
  148. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
  149. Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
  150. ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
  151. αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
  152. κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,
  153. ---
  154. ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
  155. συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
  156. δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
  157. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  158. κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην
  159. κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
  160. πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
  161. Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
  162. ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
  163. πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,
  164. ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
  165. ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,
  166. αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·
  167. σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.
  168. Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
  169. Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης
  170. πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
  171. ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
  172. ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
  173. δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
  174. ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
  175. Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
  176. Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
  177. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
  178. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
  179. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  180. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
  181. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  182. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  183. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  184. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  185. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  186. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  187. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  188. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
  189. ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
  190. παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
  191. αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
  192. ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
  193. ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
  194. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
  195. Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
  196. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
  197. κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
  198. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
  199. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
  200. γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
    1. ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
    2. νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
    3. νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
    4. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
    5. ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
    6. ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
  201. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
  202. Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
  203. νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
  204. ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  205. πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
  206. τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
  207. Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
  208. Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
  209. Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
  210. γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
  211. κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
  212. μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
  213. Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
  214. Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
  215. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  216. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
  217. Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
  218. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
  219. ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
  220. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης
  221. παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
  222. ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
  223. νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
  224. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος
  225. Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
  226. ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
  227. τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
  228. ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
  229. τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,
  230. ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
  231. Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  232. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,
  233. Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
  234. Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
  235. αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,
  236. ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
  237. Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,
  238. Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα
  239. γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
  240. Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια
  241. Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
  242. Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.
  243. Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,
  244. γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι
  245. Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·
  246. Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.
  247. οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων
  248. πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
  249. Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων
  250. γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι.
  251. αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
  252. ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
  253. νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι
  254. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.