Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
  2. Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
  3. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  4. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
  5. γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
  6. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,