Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  2. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  3. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  4. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  5. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  6. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  7. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  8. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο