Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  2. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  3. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
  4. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
  5. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
  6. δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
  7. πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
  8. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  9. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  10. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  11. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  12. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  13. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  14. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  15. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  16. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  17. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  18. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  19. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
  20. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  21. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
  22. ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
  23. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
  24. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  25. κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
  26. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
  27. βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
  28. στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
  29. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
  30. ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
  31. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
  32. οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας
  33. ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις
  34. εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
  35. τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ