Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
  2. νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
  3. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  4. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  5. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
  6. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
  7. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
  8. δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
  9. πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
  10. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  11. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  12. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  13. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  14. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  15. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  16. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι