Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
  2. ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
  3. νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
  4. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  5. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  6. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.