Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
  2. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
  3. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
  4. ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
  5. νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
  6. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  7. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  8. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
  9. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.