Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
  2. τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
  3. νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν
  4. ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
  5. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
  6. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
  7. ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
  8. νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
  9. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  10. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  11. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
  12. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
  13. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
  14. δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
  15. πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
  16. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  17. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  18. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  19. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  20. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  21. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  22. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  23. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  24. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  25. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  26. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  27. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
  28. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  29. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
  30. ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
  31. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
  32. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  33. κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
  34. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
  35. βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
  36. στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
  37. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
  38. ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
  39. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
  40. οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας
  41. ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις
  42. εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
  43. τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
  44. ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
  45. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
  46. πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
  47. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  48. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
  49. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
  50. ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
  51. αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
  52. Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
  53. αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
  54. δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,
  55. Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
  56. γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
  57. δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
  58. αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς,
  59. ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
  60. Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·
  61. οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,
  62. καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
  63. ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,
  64. γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
  65. θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·
  66. πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
  67. φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
  68. παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
  69. φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε
  70. ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,