Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
  2. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,
  3. Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς
  4. Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
  5. οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
  6. τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
  7. ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,