Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
  2. ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
  3. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
  4. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,
  5. Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς
  6. Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
  7. οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
  8. τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης