Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
  2. ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
  3. χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
  4. ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
  5. ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
  6. γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα
  7. μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,
  8. ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
  9. ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.