Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
  2. κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
  3. χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
  4. τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων
  5. χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
  6. ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
  7. ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.