Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
  2. ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
  3. κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
  4. χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
  5. τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων
  6. χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
  7. ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
  8. ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
  9. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
  10. πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
  11. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  12. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,
  13. χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
  14. οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
  15. ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ