Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·
  2. ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
  3. ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
  4. τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
  5. τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν
  6. γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
  7. ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
  8. κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο