Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  2. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
  3. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  4. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  5. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
  6. καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
  7. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
  8. πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
  9. Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
  10. ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
  11. αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
  12. καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα
  13. ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
  14. αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  15. πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
  16. τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·