Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
  2. εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
  3. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  4. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
  5. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  6. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  7. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε