Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
  2. ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
  3. φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
  4. κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  5. οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
  6. εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
  7. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  8. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
  9. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  10. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  11. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
  12. καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
  13. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
  14. πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
  15. Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν