Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
  2. Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  3. προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
  4. ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
  5. γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
  6. σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
  7. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
  8. Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ
  9. ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
  10. ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
  11. φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
  12. κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  13. οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
  14. εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
  15. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  16. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ