Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  2. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
  3. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
  4. πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
  5. Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  6. προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
  7. ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
  8. γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
  9. σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
  10. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
  11. Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ
  12. ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
  13. ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
  14. φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
  15. κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  16. οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
  17. εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
  18. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  19. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
  20. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  21. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  22. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
  23. καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
  24. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
  25. πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
  26. Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
  27. ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
  28. αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
  29. καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα
  30. ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
  31. αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  32. πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
  33. τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
  34. τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
  35. σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον
  36. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  37. κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε
  38. ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει
  39. σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
  40. ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες
  41. ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
  42. οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
  43. Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
  44. οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
  45. πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι
  46. Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
  47. πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
  48. χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
  49. τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
  50. τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
  51. ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
  52. οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·
  53. ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων