Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
  2. αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,
  3. ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα
  4. ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
  5. νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,
  6. αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,
  7. κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
  8. ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
  9. ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
  10. ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
  11. Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε
  12. Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
  13. Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
  14. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  15. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
  16. γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
  17. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
  18. τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
  19. πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
  20. ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
  21. αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
  22. τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς