Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
  2. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  3. οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
  4. δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
  5. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
  6. πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  7. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
  8. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ