Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
- Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ
- ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,
- ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
- σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
- ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
- ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
- τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
- ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
- μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
- ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
- μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς
- μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν
- πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
- Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
- οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
- δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
- τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
- πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
- ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
- οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
- πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
- Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
- προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
- ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
- γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
- σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
- ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
- Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ
- ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
- ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
- φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
- κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
- οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
- εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
- φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
- ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
- ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
- χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
- ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
- καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
- ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
- πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
- Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
- ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
- αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
- καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα
- ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
- αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
- πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
- τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
- τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
- σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον
- βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
- κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε
- ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει
- σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
- ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες
- ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
- οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
- Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
- οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
- πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι
- Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
- πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
- χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
- τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
- τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
- ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
- οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·
- ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
- ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
- τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
- τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν
- γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
- ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
- κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
- χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
- τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων
- χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
- ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
- ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
- ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
- πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος