Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
  2. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
  3. φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
  4. μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
  5. ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
  6. ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.