Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
    2. ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
    3. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
    4. νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα
    5. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
    6. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
    7. φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
    8. μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
    9. ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
    10. ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
  2. ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
  3. Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ
  4. ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,
  5. ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
  6. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
  7. ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
  8. ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
  9. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
  10. ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
  11. μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
  12. ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
  13. μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς
  14. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν
  15. πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
  16. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  17. οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
  18. δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
  19. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
  20. πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  21. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
  22. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
  23. πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
  24. Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  25. προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
  26. ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
  27. γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
  28. σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
  29. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
  30. Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ