Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
  2. πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
  3. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,
  4. δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
    2. ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
    3. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
    4. νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα
    5. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.