Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες
  2. συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
  3. οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
  4. οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
  5. ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
  6. νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
  7. πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
  8. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,