Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
  2. οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
  3. οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
  4. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
  5. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες
  6. συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
  7. οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
  8. οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
  9. ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
  10. νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
  11. πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
  12. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,
  13. δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
    2. ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
    3. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
    4. νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα
    5. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
    6. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
    7. φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
    8. μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
    9. ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
    10. ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
  14. ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
  15. Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ
  16. ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,
  17. ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
  18. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
  19. ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
  20. ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
  21. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
  22. ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
  23. μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
  24. ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
  25. μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς
  26. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν
  27. πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
  28. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  29. οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
  30. δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
  31. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
  32. πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  33. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
  34. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
  35. πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
  36. Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  37. προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
  38. ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
  39. γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
  40. σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
  41. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
  42. Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ
  43. ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
  44. ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
  45. φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
  46. κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  47. οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
  48. εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
  49. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  50. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
  51. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  52. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  53. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
  54. καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
  55. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
  56. πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
  57. Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
  58. ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
  59. αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
  60. καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα