Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
- ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
- οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
- Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
- αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
- σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
- δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες
- Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
- ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
- οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
- οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
- οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
- οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες
- συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
- οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
- οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
- ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
- νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
- πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
- ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,
- δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
- ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
- νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα
- Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
- ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
- φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
- μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
- ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ