Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
  2. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  3. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
  4. Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
  5. αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
  6. σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
  7. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες
  8. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  9. ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
  10. οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
  11. οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
  12. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
  13. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες
  14. συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
  15. οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ