Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
  2. καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.
  3. ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
  4. εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
  5. δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
  6. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  7. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
  8. Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·