Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  2. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  3. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  4. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  5. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·