Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
  2. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
  3. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  4. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  5. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  6. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  7. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
  8. ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
  9. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  10. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  11. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  12. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  13. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,