Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
- ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
- Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
- ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
- αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
- γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
- παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
- ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
- ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
- δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
- ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
- ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
- ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
- τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
- ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
- τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
- κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
- τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
- θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
- αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
- ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
- κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
- θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
- ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
- ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
- τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
- πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
- οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
- ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
- κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—
- αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
- οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
- ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—
- ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
- Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
- ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·
- ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
- μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο
- χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς
- ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
- χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,
- κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
- τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
- ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
- ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
- θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
- ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
- οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
- τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης
- καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
- Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
- Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ