Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  2. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  3. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  4. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  5. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  6. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  7. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  8. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  9. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,