Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  2. καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
  3. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  4. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  5. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.