Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
  2. ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
  3. νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
  4. ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
  5. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  6. ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ
  7. μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
  8. τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
  9. ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.