Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
- Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
- γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
- θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
- χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
- χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
- ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
- ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
- καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
- Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
- ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
- ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
- ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
- οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
- θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
- ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
- κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
- ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
- Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
- ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
- αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
- γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
- παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
- ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
- ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
- δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
- ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
- ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
- ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
- τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
- ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
- τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
- κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
- τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
- θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
- αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
- ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,