Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
  2. τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
  3. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
  4. γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
  5. θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
  6. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
  7. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
  8. ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
  9. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  10. καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
  11. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  12. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  13. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  14. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  15. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ