Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

    1. Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
    2. ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
  1. ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  2. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
  3. ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
  4. ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
  5. τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
  6. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
  7. γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
  8. θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
  9. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
  10. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
  11. ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
  12. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  13. καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
  14. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  15. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  16. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  17. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  18. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  19. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  20. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  21. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  22. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  23. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
  24. Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
  25. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
  26. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
  27. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  28. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  29. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  30. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  31. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
  32. ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
  33. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  34. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  35. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  36. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  37. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
  38. κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
  39. τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
  40. θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
  41. αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
  42. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
  43. κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
  44. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
  45. ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
  46. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
  47. τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
  48. πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
  49. οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
  50. ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
  51. κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—
  52. αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  53. ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
  54. οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
  55. ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—
  56. ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
  57. Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
  58. ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·
  59. ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
  60. μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο
  61. χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς
  62. ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
  63. χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,
  64. κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
  65. τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
  66. ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
  67. ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
  68. θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
  69. ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
  70. οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
  71. τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης
  72. καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
  73. Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
  74. Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ
  75. ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
  76. καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.
  77. ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
  78. εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
  79. δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
  80. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  81. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
  82. Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
  83. αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
  84. σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
  85. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες
  86. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  87. ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
  88. οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
  89. οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
  90. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
  91. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες
  92. συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
  93. οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
  94. οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
  95. ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
  96. νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
  97. πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
  98. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,