Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  2. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  3. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
  4. καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
  5. οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
  6. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
  7. Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
  8. δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
  9. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
  10. ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
  11. τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
  12. εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
  13. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·