Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
- Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
- λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
- ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
- νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
- ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
- μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
- ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ
- μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
- τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
- ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.
- πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν
- ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
- μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
- ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
- αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,
- ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα
- ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
- νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,
- αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,
- κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
- ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
- ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
- ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
- Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε
- Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
- Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
- ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
- ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
- γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
- τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
- τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
- πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
- ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
- αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
- τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
- βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
- ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
- ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
- αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
- τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
- ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
- ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
- ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι
- φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
- εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
- ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
- Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων
- ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,
- αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
- μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
- χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.
- κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
- οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
- Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.
- εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
- καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
- ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
- οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
- ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
- ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
- ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι
- ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
- ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα
- Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
- ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
- Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
- ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
- λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων
- δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
- ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
- Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,
- οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
- Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
- Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,
- ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
- γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,
- Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.
- ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
- Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
- Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,
- Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
- Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
- Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
- τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
- δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
- γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
- Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
- οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
- οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
- μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
- Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων
- κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
- ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
- ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
- τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
- Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
- τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
- ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
- ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
- ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
- ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
- δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
- ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
- πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
- Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
- Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
- στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
- αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
- τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
- εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
- παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
- πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
- ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
- ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
- φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
- ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
- μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
- ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
- ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
- ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
- εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
- ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
- ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
- ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
- πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
- σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
- μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
- ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
- ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
- ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
- πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
- γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
- τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
- Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
- μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
- κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
- ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
- ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
- ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
- ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
- ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
- ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
- ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
- κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
- θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
- Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
- ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
- τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
- γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
- ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
- μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
- παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
- τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
- τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
- παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
- φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
- ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
- νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
- καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
- δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
- οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
- Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
- χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
- καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
- Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
- γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
- αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
- οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
- πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
- τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
- Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
- Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
- αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
- Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
- Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
- Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
- Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
- Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
- πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
- Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
- πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
- οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
- λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
- αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
- Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
- Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
- Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
- πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
- κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
- Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
- Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
- Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
- Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
- καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
- Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
- Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
- Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια