Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
  2. Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
  3. λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
  4. ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
  5. νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
  6. ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
  7. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  8. ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ
  9. μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
  10. τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
  11. ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.
  12. πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν
  13. ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
  14. μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
  15. ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
  16. αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,
  17. ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα
  18. ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
  19. νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,
  20. αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,
  21. κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
  22. ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
  23. ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
  24. ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
  25. Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε
  26. Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
  27. Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
  28. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  29. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
  30. γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
  31. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
  32. τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
  33. πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
  34. ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
  35. αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
  36. τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
  37. βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
  38. ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
  39. ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
  40. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
  41. τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
  42. ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
  43. ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
  44. ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι
  45. φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
  46. εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
  47. ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
  48. Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων
  49. ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,
  50. αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
  51. μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
    1. χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.