Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  2. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  3. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  4. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  5. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  6. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  7. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·